Ancient Greek
SB 4 7444
Documentary Papyri, SB 4 7444
Not analysed yet
τῷ δεῖνι τοῦ δεῖνος καὶ τῷ δεῖνι τοῦ δεῖνος …παρὰ Αὐρηλίου Παύλου τοῦ δεῖνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος ἔτους κβ ιβ δ ἐπὶ χρόνον ἔτη …ἀπὸ τῶν ὑπαρχόντων ὑμῖν ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Δεκάτης ἀπὸ ὁλοκλήρου οἰκίας …καὶ τὸ ὑπερῷον καὶ τελέσειν ὑμῖν ὑπὲρ ἐνοικίου αὐτῶνἐνιαυσίως ἀργυρίου τάλαντα τέσσαρα, ἅπερ βεβαιουμένης μοι τῆς ἐπιδοχῆς ἐπάναγκες ἀποδώσω τὸ κατʼ ἔτος ἐνοίκιον διʼ ἑξαμήνου τὸ ἥμισυ χρώμενος τοῖς μισθωθεῖσί μοι τόποις ἐπὶ τὸν χρόνον ἀκωλύτως, μεθʼ ὃν παραδώσω ἀπὸ κοπρίων καὶ δείσης πάσης καὶ ἅσπερ παραλάβω θύρας καὶ κλεῖς ἢ ἀποτίσομαι οὗ ἐὰν μὴ παραδῶ τὴν ἀξίαν τιμὴν γενομένης ὑμῖν τῆς πράξεως παρά τε ἐμοῦ, ὡς καθήκει. κυρία ἡ ἐπιδοχὴ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Φλαουίου Κωνσταντίου καὶ Οὐαλερίου Μαξίμου τῶν λαμπροτάτων ἐπάρχων Θὼθ ε Αὐρήλιος Παῦλος μεμίσθωμαι τόπους οἰκίας καὶ ἀποδώσω τὸ ἐνοίκιον, ὡς πρόκιται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα.