Ancient Greek
SB 4 7461
Documentary Papyri, SB 4 7461
Not analysed yet
Διονυσόδωρος ἸουλίωιἸόλλαι τῶι φιλτάτωι πλεῖστα χαίρειν· προσῆλθέν μοι Νεμεσᾶς, πράκτωρ λαογραφίας κώμης Φιλαδελφείας, λέγων ὀνόματα εἶναι ἔν τισιν κώμαις τοῦ ὑπὸ σὲ νομοῦ ὀφείλοντα λαογραφίαν. διὸ ἐρωτῶ σε συνπέμψαι τινὰς αὐτῶι, ὅπως τὰ ὀφειλόμενα αὐτῶι εἰσπραχθῆι καὶ χωρήσῃ εἰς τὸ δημόσιον. καὶ σὺ δέ, περὶ ὧν βούλει, γράφε μοι ὡς ἥδιστα ποιήσοντι· πρὸ δὲ πάντων ἔρρωσο. ἔτους ε Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος, Φαρμοῦθι κγ. Γαίωι Ἰουλίωι Ἰόλλαι στρατηγῶι Ἡρακλεοπολείτου.