Ancient Greek
SB 5 7537
Documentary Papyri, SB 5 7537
Not analysed yet
Γαίωι Τυρρανίωι παρὰ Ἡρακλε…α… ἀπὸ Κόμα τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολίτου περὶ τῶν ὑπαρχόντων μοι περὶ τὴν Κόμα πατρικῶν ἀρουρῶν δέκα γῆς σιτοφόρου κατοικικῆς ἐπιδέδωκά σοι ἀναφοράν, ἣν καὶ ὑπογέγραφας Ἀσκλᾶτι τῷ γραμματεῖ διακοῦσαι· ἔστιν δὲ τὸ καθʼ ἕν ,ὧν πέπραγμαι, ὑπὲρ τῶν δέκα ἀρουρῶν χωρὶς τῶν καθηκόντων δημοσίων τῶι μὲν ιζ ἔτει βασιλίσσης ἑκάστης ἀρούρης ἐκ δραχμῶν μ δραχμαὶ υ, ὧν καὶ τὰ σύνβολα ἔχω ἀπὸ βασιλικῆς τραπέζης, τῶι δὲ θ ἔτει Καίσαρος πυροῦ ἀρτάβαι ϙ, ἐν δὲ τῷ κγ ἔτει Καίσαρος ὁμοίως ἀρτάβαι ϙ, ἐν δὲ τῷ κδ ἔτει Καίσαρος τῶν ἴσων ἀρτάβαι ϙ, ἐν δὲ τῷ κε ἔτει Καίσαρος ὁμοίως ἀρτάβαι ϙ ἀρτάβαι ἀρτάβαι τξ γείνεται ἐπὶ τὸ αὐτὸ …αἱ δὲ προκείμεναι ἀρτάβαι ……αλλω…