Ancient Greek
SB 5 7573
Documentary Papyri, SB 5 7573
Not analysed yet
ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ, Χοίακ …ἐν …τῆς Θηβαίδος ἐπὶ …υ Ἀμμωνίου καὶ …Γαίου ἀγορανόμων. ὁμολογεῖ Ταουερσηοῦς Ὀννώφρεως, μητρὸς Τανεσε… ἀπὸ Ἐλεφαντίνης ὡς ἐτῶν μα, μ… μετὰ κυρίου Παχομπαοννώφρεος Φα… ἱερέως Ἄμμωνος θεοῦ μεγίστου Παχομπετενεφώτῃ Ὀννώφρεως μητρὸς Τισάτις ἱερεῖ Ἴσιδος θεᾶς μεγίστης ἐπίτροπον πεποιηκέναι αὐτὸν ἐπὶ τῷ πωλῆσαι τὸν ὑπάρχοντα αὐτῇ οἰκογενῆ δοῦλον, ᾧ ὄνομα Νάρκισσος, ὡς ἐτῶν η, οὐλὴ χειρὶ δεξιᾷ ἐκ τῆς ὑπαρχούσης αὐτῇ καὶ μετηλλαχυίας δούλης Ἀφροδείτης …,ἐφʼ ᾧ πωλήσει ὁ Παχομπετενεφώτης τὸν δοῦλον Νάρκισσον καὶ ἀποκαταστήσει τὴν τούτου τιμὴν τῇ ἑαυτοῦ πίστει τῇ προγεγραμμένῃ Ταουερσηοῦτι ἐκ πλήρους, ἐξέσται δὲ αὐτῷ οἰκονομεῖν περὶ τὸν δηλούμενον δοῦλον, ὡς ἐὰν αἱρηται καὶ ἣν ἐὰν ποιήσηται περὶ τούτου ἀσφάλειαν κυρίαν εἶναι ὡς καὶ ἑαυτῆς παρούσης. …