Ancient Greek
SB 5 7592
Documentary Papyri, SB 5 7592
Not analysed yet
Οὐαλερίων καὶ οἱ λοιποὶ μισθωταὶ ἱερᾶς πύλης Σοήνης διὰ Σαραπίωνος. διέγραψεν Πετετενσῆτις ὁ καὶ Πνηβ… Πασήνεως λαογραφίαν τρίτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου δραχμὰς δύο, γίνονται δραχμαὶ β, καὶ ὑπὲρ τετάρτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ λόγωι δραχμὰς ἕξ, γίνονται δραχμαὶ ϛ. ἔτους ε Ἁδριανοῦ τοῦ κυρίου, Ἐπεὶφ κγ.