Ancient Greek
SB 5 7609
Documentary Papyri, SB 5 7609
Not analysed yet
διὰ προγράμματος Φιβίωνα καὶ τοὺς τούτου ἀδελφοὺς Ἀπόλλωνα καὶ Θεόφιλον τῶν ἀπὸ Πώεως τῆς μεγάλης μὴ ἀπηντηκότας κατὰ τὴν γεγονυῖαν αὐτοῖς παραγγελίαν περιιστα… τηνε… ὁ ὑποστράτηγος …περὶ πόλιν …ἀνενήνοχεν ἔτι καὶ νῦν παραγίνεσθαι ἐπʼ Εὐρύλοχον τὸν συγγενῆ καὶ στρατηγὸν καὶ ἐπὶ τῶν προσόδων ἐν ἡμέραις τρισὶν πρὸς τὴν ἐσομένην διάκρισιν ἢ ὅτι οὐδεὶς αὐτοῖς ἐξ ὑστέρου καταλειφθήσεται λόγος. ἐγράφη ἔτους ε, Ἐπεὶφ θ