Ancient Greek
SB 5 7667
Documentary Papyri, SB 5 7667
Not analysed yet
…Αὐρηλίου Σουχάμμωνος …,μητρὸς Χάριτος, ἀπὸ τῆς αὐτῆς κώμης ἔχειν παρὰ Αὐρηλίου Ἀμουλοῦ ἐξ ἀλληλενγύης τῇ εἰρήνῃ τοῦ αὐτοῦ Ἀμουλοῦ διὰ χειρὸς ἀργυρίου τάλαντα τέσσερα καὶ δραχμὰς χιλίας τάλαντα δ δραχμὰς Α εἰς τιμὴν κυμίνου καθαροῦ εὐαρέστου ἀρταβῶν πέντε, ἀρταβῶν ε, ὧν καὶ τὴν ἀπόδοσιν ἐπάναγκον ποιήσεται ὁ ὁμολογῶν Ἰσίδωρος καὶ ὁ τούτου ἐνγυητὴς Σουχάμμων τῷ Ἀμουλῇ μηνὶ Παῦνι τοῦ ἐνεστῶτος ιδ καὶ κβ ἔτους καὶ ζ ἐν τῇ μητροπόλει μέτρῳ τετραχοινίκῳ ἀνυπερθέτως καὶ ταύτης ἀπαιτήσεως γινομένης τῷ Ἀμουλῇ τῆς πράξεως παρὰ τοῦ ὁμολογοῦντος Ἰσιδώρου καὶ ἐκ τοῦ ἐνγυητοῦ αὐτοῦ Σουχάμμωνος καὶ ἐξ οὗ αὐτῶν ἐὰν αἵρηται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης χωρὶς ἄλλων, ὧν τίσει ὁ ἐνγυητὴς Σουχάμμων τῷ Ἀμουλῇ κατὰ ἕτερα κρίματα, καὶ ἐπερωτηθέντες ω῾μολόγησαν. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίνου Σεβαστοῦ τὸ ϛ καὶ Κωνσταντίνου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ α, Μεχεὶρ κβ. Αὐρήλιος Ἰσίδωρος ὁ Πισάειτος μετʼ ἐγγύου Σουχάμμωνος ἔσχον ἐξ ἀλληλεγγύης τάλαντα τέσσαρα καὶ δραχμὰς χιλίας γίνονται τάλαντα δ δραχμαὶ Α καὶ ἀποδώσω τὰς τοῦ κυμίνου εὐαρέστου καθαροῦ ἀρτάβας πέντε πωληθείσας, ὡς πρόκιται. Αὐρήλιος Εὐπορίων Διοδώρου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. …τωμε…