Ancient Greek
SB 5 7741
Documentary Papyri, SB 5 7741
Not analysed yet
Φλάουιος Τιτιανὸς Χαιρήμονι στρατηγῷ Ἡρακλεοπολίτου χαίρειν. ἀντίγραφον ἐπιστολῆς Ἡρακλείδου τοῦ πρὸ σοῦ ὑποταγῆναι ἐκέλευσα βουλόμενός σε, ὧν μὲν ἤδη παρέλαβον οἱ βοηθοί σου βιβλίων, τὰς συνήθεις ἀποχὰς εὐθὺς ἀποδοῦναι· τοῦτο γὰρ καὶ πρότερον ἐχρῆν γεγονέναι· τὰ δὲ λοιπὰ βιβλία παρὰ τῶν ὀφειλόντων δοῦναι πράσσεσθαι ὁμοίως καὶ τὰς παρὰ τοῖς διακριταῖς ἐκθέσεις. εἰ γάρ τινα ἐν αὐτοῖς ζητήσεως δεῖσθαι νομίζεις, δυνήσει περὶ τούτων ἐπιστεῖλαι τοῖς τοῦ Ἡρακλείδου βοηθοῖς. ἴσθι μὲν γὰρ τὴν βραδύτητα …οὐ μικρὰν βλάβην τῷ ταμιείῳ φέρειν …