Ancient Greek
SB 5 7814
Documentary Papyri, SB 5 7814
Not analysed yet
ἐμίσθωσεν Αὐρήλιος Θέων Θέωνος Ἀντινοεὺς κοσμητὴς βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίοις Διοσκόρῳ Εὐδαίμονος, μητρὸς Διδύμης, καὶ Ἄμμωνι Σερήνου, μητρὸς Ἀπολλωνίας, ἀμφοτέροις ἀπὸ τῆς αὐτῆς πόλεως, ἐπὶ χρόνον ἔτη πέντε ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος γ ἔτους τὸν ὄντα πρὸς χωρίῳ αὐτοῦ περὶ τὸ Δωσιθέου ἐποίκιον περιστερεῶνα γονὴν ἔχοντα, ὥστε τοὺς μεμισθωμένους τὴν τούτων ἐπιμέλειαν ποιήσασθαι, παραβάλλοντας τὰς ἐνχρῃζούσας τροφάς, λαμβάνοντας παρὰ τοῦ γεούχου κατὰ μῆνα τροφὰς φακῆς ἀρτάβην μίαν καὶ πυροῦ ἀρτάβην μίαν ἐπὶ τῷ αὐτοὺς τελέσαι τῷ γεούχῳ τῷ μὲν πρώτῳ ἐνιαυτῷ ἀντὶ φόρου τὸ ἥμισυ μέρος τῆς γενησομένης κόπρου καὶ νεοσσῶν ζεύγη ἕξ, Παχὼν Παῦνι κατὰ μῆνα ζεύγη τρία, ἐπὶ δὲ τὰ λοιπὰ ἔτη τέσσαρα ὁμοίως ἕξει ὁ γεοῦχος ἀντὶ φόρου κατʼ ἔτος τὸ δίμοιρον μέρος τῆς κόπρου τῆς περιγεινομένης καὶ νεοσσῶν ζεύγη τῷ μὲν β ἐνιαυτῷ ἕνδεκα, τῷ δὲ τρίτῳ ἐνιαυτῷ ζεύγη δεκαέξ, τῷ δὲ τετάρτῳ ζεύγη εἴκοσι ἕν, τῷ τελευταίῳ ζεύγη εἴκοσι ἕξ, δευτέρῳ ἐνιαυτῷ Παχὼν ζεύγη πέντε, Παῦνι Ἐπεὶφ κατὰ μῆνα ζεύγη τρία, τρίτῳ ἐνιαυτῷ Παχὼν Παῦνι κατὰ μῆνα ζεύγη πέντε, Ἐπεὶφ ζεύγη ἕξ, τετάρτῳ ἐνιαυτῷ Παχὼν Παῦνι Ἐπεὶφ κατὰ μῆνα ζεύγη πέντε, Μεσορὴ ζεύγη ἕξ, καὶ τῷ πέμπτῳ ἐνιαυτῷ Παχὼν ζεύγη δέκα, Παῦνι Ἐπεὶφ κατὰ μῆνα ζεύγη πέντε, Μεσορὴ τὰ λοιπὰ ζεύγη ἕξ. βεβαιουμένης δὲ τῆς μισθώσεως ἐπάναγκον ποιήσουσι οἱ μεμισθωμένοι τὴν τοῦ περιστερεῶνος ἐπιμέλειαν καὶ ἀποδότωσαν ἕκαστον, ὡς ἐπάνω δεδήλωται, καὶ μετὰ τὸν χρόνον παραδότωσαν τὸν περιστερεῶνα γεγονησόμενον, οὐκ ἐξόντος τῷ γεούχῳ ἐντὸς τοῦ χρόνου ἀποβαλέσθαι τοὺς μεμισθωμένους. κυρία ἡ μίσθωσις καὶ ἐπερωτήσαντες ἀλλήλους ὡμολόγησαν. ἔτους γ αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Φαρμοῦθι γ. Αὐρήλιος Διόσκορος καὶ Ἄμμων μεμισθώμεθα ἐπὶ πᾶσι τοῖς προκιμένοις. Αὐρήλιος Διόσκορος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.