Ancient Greek
SB 5 7870
Documentary Papyri, SB 5 7870
Not analysed yet
Ἀπολλωνίωι στρατηγῷ Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Θεοφίλου τοῦ Κρονίωνος τῶν ἀπὸ τῆς μητροπόλεως, ἀναγραφομένου ἐπʼ ἀμφόδου Ταμείων. ἐνεστώσης ἀμφισβητήσεως οὐκ ὀλίγης πρὸς Κρονίωνα Κρονίωνος, καθὼς καὶ ἐπὶ τοῦ ῥητοῦ ἅπαντα δηλώσω, δεομένου μου δὲ τῆς κρατίστου ἡγεμόνος Γαίου Οὐιβίου Μαξίμου διαγνώσεως, ἀξιῶ καταχωρισθῆναι παρά σοι τὸ ὑπόμνημα καὶ τὸ ἴσον μεταδοθῆναι αὐτῶι Κρονίωνι διά τινος τῶν περὶ σὲ ὑπηρετῶν, ὅπως ἔχοντες ἔνγραπτον διαστολὴν καὶ παραγγελίαν παραγένηται ἐπὶ τὸ ἱερώτατον βῆμα τοῦ κρατίστου ἡγεμόνος, ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλογισμὸν ἢ δικαιοδοσίαν ποιῆται πρὸς τὸ τυχεῖν με τῆς ἀπʼ αὐτοῦ δικαιοδοσίας. διευτύχει. Διδᾶς ὑπηρέτης μεταδέδωκα.