Ancient Greek
SB 5 8010
Documentary Papyri, SB 5 8010
Not analysed yet
…κ… Πτολεμαίου Τιβερίῳ Κλαυδίῳ Κρονίῳ Τιβερίου Κλαυδίου Καίσαρος νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος …κ…ε… …ω καὶ δια… ἐξηγητῇ καὶ Καισαρείοις …καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Ἀ…ις Πτολεμαίου …συλέως συνεστῶτος Ἀπολλωνίου Θεωνίτου …Ἀμμωνίου …μελιπανε… καὶ …πρὸς τὸν ἄνδρα μου Ἀριστέαν Ἰσιδώρου Εἰρηνοφυλάκειον τὸν καὶ Εὐσέβιον· ηπεβιε… περὶ τοῦ ἀπηλλάχθαι με τῆς συστάσης μοι πρὸς αὐτὸν συμβιώσεως κατὰ συνχώρησιν διὰ τοῦ καταλογείου τῷ ἐνεστῶτι ἔτει μηνὶ Μεχείρ, ἐμὲ δὲ καὶ κομίσεσθαι παρʼ αὐτοῦ, ἣν προσηνεγκάμην αὐτῷ φερνὴν ἱμάτια συντετιμημένα ἀργυρίου δραχμῶν τριακοσίων καὶ χρυσᾶ κοσμάρια τετάρτων δέκα ἥμισυ καὶ τὰ διὰ τῆς συνχωρήσεως ἐξονομασθέντα παράφερνα ἐπὶ ταῖς ἄλλαις ταῖς ἐξ ἔθους προσφησομέναις διαστολαῖς, πρὸς τὸ κομίσασθαί με ταῦτα φυλάσσειν παρʼ ἐμαυτῇ, μέχρι οὗ ἐὰν συνέρχωμαι ἑτέρῳ ἀνδρί, προσγραφέντος διὰ τῆς ἐπιφερομένης συγχωρήσεως περὶ τοῦ τὸν τιτθευόμενόν μοι ἐξ αὐτοῦ υἱὸν Ἀριστέαν μένειν παρά μοι τρεφόμενον καὶ ἱματιζόμενον ὑπὸ αὐτοῦ Ἀριστέου· ἐμποδίζομαι ἕνεκα τοῦ αὐτὸν μὲν τὸν ἄνδρα μου Ἀριστέαν μὴ δύνασθαι ἐπιγραφῆναί μου κύριον διὰ τὸ ἀπαλλάσσεσθαί με ἀπʼ αὐτοῦ, τὸν δὲ προγεγραμμένον μου υἱὸν Ἀριστέαν ἀφήλικα εἶναι, ἕτερα τέκνα με μὴ ἔχειν καὶ ἄλλον μηδένα μοι ἁπλῶς ὑπάρχειν πρὸς γένους συνγενῆ· ἀξιῶ τὸν προγεγραμμένον μου κύριον …ερακεκ…