Ancient Greek
SB 5 8247
Documentary Papyri, SB 5 8247
Not analysed yet
ἀντίγραφον ἐντυχείας. πρὸς τοὺς λεγεωναρίους· ἐπὶ τῆι ὁδῷ τῆς παρεμβολῆς πρὸς τῶι Ἰσιείωι. Τοῦσκος ὁ ἡγεμὼν ἀπεκρίθη ἡμῖν· μὴ λέγετε ἀσεβὲς πρᾶγμα. οὐδεὶς ὑμᾶς παρενοχλεῖ. γράψατε δὲ εἰς πιττάκια, ποῦ ἕκαστος ὑμῶν ἐπιμένει, καὶ γράψω τοῖς στρατηγοῖς, ἵνα μηδεὶς κόπους παράσχῃ. τῆι δ τοῦ Σεβαστοῦ μηνὸς ἐπιδεδώκαμεν αὐτῷ τὰ πιττάκια ἐν τοῖς πριγκιππίοις καὶ εἶπεν ἡμῖν· χωρὶς καὶ χωρὶς ἐπιδεδώκατε; καὶ εἴπομεν αὐτῶι· χωρὶς δεδώκαμεν οἱ λεγεωνάριοι. τῆι ε τοῦ αὐτοῦ μηνὸς ἠσπασάμεθα αὐτὸν πρὸς τῶι Παλειούρωι καὶ αὐτὸς ἀντησπάσατο, καὶ τῆι …τοῦ αὐτοῦ μηνὸς ἠσπασάμεθα αὐτὸν ἐν τῷ ἀτρείωι, καθημένου αὐτοῦ ἐπὶ τῷ βήματι. Τοῦσκος εἶπεν ἡμῖν· καὶ ἐν τῇ παρεμβολῆι εἶπον ὑμῖν καὶ νῦν τὸ αὐτὸ λέγω. ἄλλη ἡ ἀγωγὴ ἡ τῶν λεγεωναρίων, ἄλλο ἡ τῶν χορταρίων, ἄλλο ἡ τῶν κοπηλατῶν. πορεύεσθε ἕκαστος εἰς τὰ ἴδια καὶ μὴ γείνεσθε ἀργοί.