Ancient Greek
SB 5 8264
Documentary Papyri, SB 5 8264
Not analysed yet
ὑπατείας Φλαουίου Μαξίμου τοῦ λαμπροτάτου, Φαρμοῦθι ι…, ἰνδικτίονος β. …υἱὸς Ἰωάννου, μητρὸς …ἀπὸ κτήματος μεγάλης Ταρουθίνου τοῦ Ὀξυρυγχίτου νομοῦ, τῷ θαυμασιωτάτῳ …υἱῷ τοῦ τῆς μακαρίας μνήμης, …ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως χαίρειν· ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς ὑμῶν θαυμασιότητος ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης οἴνου ἑξαξεστιαίων σηκωμάτων πεντακοσίων γίνεται οἴνου ἑξαξεστιαῖα σηκώματα φ, ὅνπερ οἶνον παρὰ ληνὸν ἀπὸ γλεύκους ἀδόλου, τῆς ὑμῶν θαυμασιότητος παρεχούσης τὰ κοῦφα, ἐπάναγκες ἀποδώσω αὐτῇ ἐν τῇ τρύγῃ τοῦ Μεσορὴ μηνὸς τοῦ ἐνεστῶτος ἔτους σ ρξθ τῆς παρούσης δευτέρας ἰνδικτίονος οἴνου ῥύσεως τῆς σὺν θεῷ τρίτης ἐπινεμήσεως ἀνυπερθέτως· ἀναδέχομαι δὲ τὴν καλλονὴν καὶ παραμονὴν μέχρι ὅλου τοῦ Τῦβι μηνὸς καί, εἴ γε εὑρεθείη ἐν αὐτῷ μέρη ἢ πάντα φαῦλα, ἐμὲ ταῦτα ἀλλάξαι καὶ τὰ ἴσα τῇ ὑμῶν θαυμασιότητι παρασχεῖν …