Ancient Greek
SB 6 8979
Documentary Papyri, SB 6 8979
Not analysed yet
Ἀπολλωνίῳ βασιλικῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος διαδεχομένῳ τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Στοτοήτεως Μέλανος ἱερέως κώμης Σοκνοπαίου Νήσου τῆς ὑπὸ σοὶ μερίδος. τῆς μητρός μου, κύριε, ἔτι πάλαι τελευτησάσης ἐπὶ κληρονόμοις ἐμοί τε καὶ ἑτέροις ἀδελφοῖς, δυσὶ μὲν τελείοις ἄρρεσι, θηλείαις δὲ δυσὶ ἀφήλιξι, καταλειπούσης ἐνδομενίαν ἔπιπλα κόσμον ἔπειτα τοῦ πατρὸς ἐπιτελευτήσαντος ἐφ’ ἡμῖν καταλείποντος πάμπολλα οἱ προδηλούμενοι ἀδελφοὶ Σάτυρος καὶ Ἅρπαλος ἐκλαθόμενοι τοῦ ἐν ἀνθρώποις πενθεῖν, πρῶτον μὲν ἐκβαλόντες με σὺν ταῖς ἀφήλιξί μου ἀδελφαῖς Ἐριέα καὶ Τανοῦφι ἐκ τῆς τῶν γονέων ἡμῶν οἰκίας πάντα τὰ καταλειφθέντα ὑπὸ αὐτοῦ εἰς τὸ ἴδιον ἀπηνέγκαντο μηδὲν ἡμῖν ἀπολείποντες οὐ μόνον, ἀλλὰ καὶ …περὶ κλ… μηδενὶ …ὅντινα …ημ…ω…ο… αὐτῶι ἐμοὶ …εντοσ…ν…