Ancient Greek
8988.38 to 8988.78
Documentary Papyri, SB 6 8988.38-78
Not analysed yet
αὐτῷ εἶναι διαλῦσαι πρὸς αὐτούς, πληροφορηθεὶς μάλιστα ἐκ τῆς δυνάμεως τῆς ἐμφανισθείσης τοῖς αὐτοῖς περιβλέπτοις δικασταῖς καθαρᾶς πράσεως καὶ συνεῖδεν ἀποτάξασθαι καὶ ἐλευθερωθῆναι τῆς τοιαύτης ἐναγωγῆς, εὐλαβούμενος μὴ πρὸς τῇ τοιαύτῃ τῆς δίκης συντριβῇ ζημιωθῇ καὶ τοὺς μισθοὺς τῶν δικαστῶν. εἰκότως οὖν καὶ ἀσμένως ἐπὶ ταύτην ἐλήλυθεν τὴν ἔγγραφον Ἀκυλιανὴν ἀμεριμνίαν ὁ αὐτὸς εὐλαβέστατος Ἰωάννης, διʼ ἧς ὁμολογεῖ καὶ ὡμολόγησεν, παρὼν ἐν δημοσίῳ τόπῳ, πρότερον ἐν εἰδήσει ἀποταξάμενος καὶ ἀποταττόμενος πάσῃ ἐκ νόμων βοηθείᾳ καὶ παντὶ προνομίῳ καὶ δόγματι καὶ priuilegio καὶ πάσῃ φόρου παραγραφῇ καὶ οἱᾳδήποτε δικαιολογίᾳ ἁρμοζούσῃ αὐτῷ ἢ ἁρμόσαι δυνησομένῃ, ἑκὼν δὲ καὶ πεπεισμένος, αὐτοπροαιρέτῳ βουλήσει καὶ ἀνενδοιάστῳ λογισμῷ, δίχα δόλου τινος καὶ χλευῆς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς, μηκέτι μηδένα λόγον ἢ κίνησιν ἢ ἐναγωγὴν ἔχειν ἢ ἕξειν πρὸς Φιλήμωνα καὶ Θέκλαν σύμβιον, οὐκ αὐτὸς Ἰωάννης, ὁ εὐλαβέστατος διάκονος, οὐ κληρονόμοι αὐτοῦ, οὐ διάδοχοι, οὐ διακάτοχοι, οὐ πρὸς αὐτούς, οὐ πρὸς κληρονόμους αὐτῶν, οὐ διαδόχους, οὐ διακατόχους, περὶ τοῦ πολλάκις εἰρημένου ὁλοκλήρου μέρους οἰκίας τῆς αὐτῆς μακαρίας Θέκλης, φημὶ δὴ τοῦ μικροῦ συμποσίου ἐπάνω τοῦ πυλῶνος τῆς αὐτῆς οἰκίας καὶ τοῦ ἀέρος αὐτοῦ ἄχρι καὶ αὐτοῦ καὶ τοῦ μικροῦ κελλίου ἤτοί ποτε αἰθρίου ἀνεῳγμένου ἐπʼ ἀπηλιώτην ἐπὶ τὸν πέσσον καὶ τοῦ ἐπάνω αὐτοῦ κοιτῶνος καὶ τοῦ ἀέρος αὐτοῦ μετὰ παντὸς τοῦ καθʼ οἱονδήποτε τρόπον αὐτῶν δικαίου καὶ χρηστηρίων ἤτοι παντοίων κοινωνιμαίων τόπων ἄνω τε καὶ κάτω τῆς αὐτῆς ἁπάσης οἰκίας, διὰ τὸ τελείως ἀπηλλάχθαι αὐτὸν πρὸς αὐτοὺς οἷα μάλιστα αὐτοῦ φανέντος κατὰ πολλοὺς τρόπους μὴ ἔχοντος οἱονδήποτε εὔλογον, εἰ δὲ ἐγγράφως εἰ δὲ ἀγράφως, πρὸς αὐτοὺς περὶ ὧν ἐπήγαγεν αὐτοῖς, ἤτοι τοῦ μέρους οἰκίας Θέκλης, τῆς πολλάκις προμνημονευθείσης μακαρίας, ἢ περὶ μέρους αὐτοῦ ἢ νομῆς ἢ δεσποτείας ἢ χρήσεως ἢ οἰκήσεως, καὶ ὥστε αὐτὸν Ἰωάννην τὸν εὐλαβέστατον διάκονον καὶ πάντας τοὺς μετʼ αὐτοῦ ἤτοι αὐτοῦ κληρονόμους παντοίους, ἐμμένειν καὶ στέρξαι τῇ δυνάμει τῆς παρούσης Ἀκυλιανῆς διαλύσεως, καὶ μηδὲν πάντων τῶν ἐμπεριεχομένων αὐτῇ παρασαλεύειν πώποτε καιρῷ ἢ χρόνῳ ἢ καὶ κινῆσαι ἔτι πρὸς αὐτοὺς τὸ σύνολον ἢ οἱονδήποτε ἀντιρρητικὸν λόγον προκαλέσαι περὶ τούτου ἐν δικαστηρίῳ ἢ ἐκτὸς δικαστηρίων, ἐνορίῳ ἢ ὑπερορίῳ, καὶ ἄν τε διʼ ἑαυτοῦ ἢ διʼ ἐντολέως ἢ διὰ παρενθέτου προσώπου ἐπωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα