Ancient Greek
SB 6 9017 (12)
Documentary Papyri, SB 6 9017_12
Not analysed yet
……ρθιρινεπ… εἰ ἦσαν πέντε μναῖ εὐψυχῶ ἀποδοῦναι. καλῶς δὲ ποιήσας ἀντιγράψεις μοι περὶ αὐτοῦ τούτου. ἐκομισάμην ἀπὸ Μαξίμου τοῦ ἱππέως τεμάχια η. ἔγραψε Κλήμης τῷ ἀδελφῷ ἡμῶν Τιβερείνῳ μὴ εἰληφέναι ἀπὸ σοῦ τὴν ἀρτάβην τῆς κριθῆς καὶ τὸν ἀγγεῖον γεγεμισμένον σινάπεως καὶ …γ μάτια κρομβύων ὧν τὴν τιμὴν οὐκ ἔλαβον. ἄσπασαι Φιλωτέραν τὴν ἀδελφὴν ἡμῶν καὶ Ἀττικὸν καὶ Δωρίωνα. ἐκομισάμην δεσμὴν καυλιιδιν ἀπὸ …νιον καὶ τοὺς ἀδελφοὺς …ων καὶ συστρατιώτας. ἔρρωσο.