Ancient Greek
SB 6 9027
Documentary Papyri, SB 6 9027
Not analysed yet
ἔτους ια Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Μεσορὴ …. Πανεφρέμμεως Ὥρου καὶ Σαταβοῦτος Σαταβοῦτος τοῦ Ὀννώφρεως καὶ Στοτοήτιος Στοτοήτιος τοῦ Στοτοήτιος καὶ Ὀννώφριος Σαταβοῦτος καὶ Σαταβοῦτος Ἁρπαγάθου καὶ Τεσενούφεως Τεσενούφεως καὶ Σαταβοῦτος Ἐριέως καὶ Ἐριέως Ἐριέως καὶ Πανεφρέμμεως Πανεφρέμμεως ἱερέων προσαγαγόντων, τοῦ μὲν Πανεφρέμμεως Ὥρου Στοτοῆτιν, τοῦ δὲ Σαταβοῦτος Σαταβοῦτος Σαταβοῦν …του Στοτοήτιος Σαταβοῦν καὶ τοῦ Ὀννωφρ …καὶ τοῦ Σαταβοῦτος Ἁρπαγάθου Ἀνχῶφιν καὶ τοῦ Τεσενούφεως …ν καὶ Τεσενοῦφιν καὶ τοῦ Σαταβοῦτος Ἐριέως …καὶ Σαταβοῦν καὶ τοῦ Ἐριέως Σαταβοῦν καὶ Ἐριέα καὶ τοῦ Πανεφρέμμεως Πανεφρέμμεως Τεσενοῦφιν καὶ …ν καὶ ἀξιωσάντων ἐπιτραπῆναι περιτεμεῖν αὐτοὺς ἀναδόντων τε τὰς περὶ αὐτῶν ὑπογραφείσας ἐπιστολὰς ὑπὸ …γραμμάτεως Ἀρσινοείτου Ἡρακλείδου μερίδος διαδεχομένου τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος κεχρονισμένας εἰς τὸ ια ἔτος Φαμενὼθ δεκάτῃ, Σερῆνος ἐπύθετο τῶν παρόντων ἱερογραμματέων εἰ σημεῖά τινα ἔχοιεν οἱ παῖδες. τούτων εἰπόντων ἀσήμους αὐτοὺς εἶναι Σερῆνος σημιωσάμενος τὰς ἐπιστολὰς ἐκέλευσεν τοὺς παῖδας περιτμηθῆναι κατὰ τὸ ἔθος. ἀνέγνων.