Ancient Greek
SB 6 9068
Documentary Papyri, SB 6 9068
Not analysed yet
Δικαίῳ ἀρχιφυλακίτηι Μοιθύμεως παρὰ Πετοσίριος τοῦ Θότεως βασιλικοῦ γεωργοῦ κώμης Μοιθύμεως. τῆι κε τοῦ Παχὼν περὶ ὥραν β ὀψέ, ὄντος μου ἐν τῶι ἱερῶι εἰσπηδήσαντές τινες εἰς τὴν οἰκίαν μου ἐξέδυσαν Θαμοῦν τὴν γυναῖκά μου ἱμάτιον ἄξιον δραχμῶν σ καὶ Ἀῦγχιν τὴν μητέρα αὐτῆς ἱμάτιον ἄξιον δραχμῶν υ καὶ Θερμουτάριον τὴν θυγατέρα ὀθόνιον δραχμῶν ρ γίνονται δραχμαὶ ψ, ταῖς τε μαχαίραις ἔτυπτον αὐτὰς ὥστε κλινοπετεῖς εἶναι