Ancient Greek
SB 6 9085 [16166]
Documentary Papyri, SB 6 9085inv16166
Not analysed yet
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ καὶ ὁμοουσίου τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ἐγράφη Μεσορὴ ὀκτωκαιδεκάτῃ δευτέρας ἰνδικτίονος ἐν Ἑρμουπόλει τῆς Θηβαίδος. Φλαουίᾳ Εὐλογίᾳ τῇ εὐγενεστάτῃ θυγατρὶ τοῦ τῆς ἁγίας μνήμης ἀπὸ τῆς Ἑρμουπόλεως παρὰ Αὐρηλίου Ὀννοφρίου τοῦ Πέτρου ἐκ μητρὸς Εὐδοξίας, γεωργοῦ ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ ἐπὶ διετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης τρίτης ἰνδικτίονος καὶ αὐτῆς τὰς διαφερούσας σοι τρεῖς ἀρούρας σπορίμης καὶ ἀνύδρου γῆς διακειμένας ἐπὶ …λα…νου…γε…ωρων…ι…λεα κ…ωα…ν…νεω… ὑπὸ τὴν ταύτης παραφυλακὴν εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόρου τούτων κατʼ ἔτος σίτου ἀρτάβας ἓξ καὶ κριθῶν ἀρτάβας ἓξ …