Ancient Greek
SB 6 9090
Documentary Papyri, SB 6 9090
Not analysed yet
Εὐφράνωρ Λαμέδων Ἑρμολάωι χαίρειν. τὴν διάθεσιν τῶν λιβανωτικῶν φορτίων τοῦ Ἀφροδιτοπολίτου καὶ τὴν τοῦ μύρου τετάρτην καὶ τὰ συγκύροντα τούτοις καθεστήκαμεν πραγματευσόμενον Θοτορταῖον τὸν ἀποδιδόντα σοι τὴν ἐπιστολήν. καλῶς οὖν ποιήσεις συντάξας τοῖς παρὰ σοῦ μηθὲν ἄνευ τούτου οἰκονομεῖν τῶν κατὰ τὰς ὠνὰς ταύτας καὶ τὰ λοιπὰ συναντιλαμβανόμενος αὐτοῦ εἰς ὃ ἐάν σοι παρακαλῆι τῶν πρὸς τὴν πρᾶξιν χρησίμων ὅπως δύνηται ἀπροφασίστως τὰ δίκαια ποιεῖν τῶι βασιλεῖ. ἔρρωσο. ἔτους λη, Ἁθὺρ α. ἔτους λη, Ἁθὺρ γ. Εὐφράνωρ Ἑρμολάωι. περὶ Θοτορταίου. Λαμέδων, λιβανωτικῶν φορτίων.