Ancient Greek
SB 6 9093
Documentary Papyri, SB 6 9093
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Φαῶφι δευτέρᾳ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦσιν Πτολεμαῖος …ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ ἄσημος καὶ ἡ τούτου γυνὴ Θαυβᾶς Φιλήμωνος ὡς ἐτῶν τεσσαράκοντα ἑπτὰ οὐλὴ μετώπῳ μέσωι μετὰ υἱοῦ αὐτοῦ Πεσάιος Ἀφροδισίωι Φιλίππου Ἀντινοεῖ ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ …πεπρακέναι αὐτῶι κάμηλον πῶλον ἄβολον λευκόχρουν τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν τοῦς ὁμολογοῦντας παρὰ τοῦ Ἀφροδισίου τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν χαλκοῦ δραχμὰς τριακοσίας ἑξήκοντα τέσσαρας παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ου…