Ancient Greek
SB 6 9135
Documentary Papyri, SB 6 9135
Not analysed yet
……και…χω… ἵνα τοῦ ἀνυσίμου γενομένου ὑπὸ νύκτα ἀπαντῶ πρὸς σέ· ἐβουλήθην γὰρ ἀπαντῆσαι παραυτίκα πρὸς τὴν εὐγένειάν σου. ἀπήντησεν Ἀνίκητος καὶ ἠξιώθην παραμεῖναι τὴν ὥραν, ἕως ἂν οἱ ἀπαιτηταὶ τὴν λοιπάδα αὐτῶν εὐτρεπίσωνται καὶ θεοῦ κελεύοντος, ὡς προεῖπον, τὸν ἀνερχόμενον εἰς τὴν πόλιν μετὰ τοῦ χρυσοῦ φέρω μετ᾽ ἐμαυτοῦ· φθάσας γὰρ ἐδήλωσά σοι, ὡς τοῦ κωμαρχικοῦ μήπω μερισθέντος διὰ τὸ ἀκέφαλον εἶναι τὴν κώμην. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε.