Ancient Greek
SB 6 9138
Documentary Papyri, SB 6 9138
Not analysed yet
καὶ διὰ τῶν παρόντων γραμμάτων γράφῳ προσκυνῶν τὴν σὴν ἐνδιάθετον φιλίαν εὐχόμενος τὸν ὕψιστον καὶ ἐλεήμονα θεὸν ἀκούειν τὰ περὶ τῆς σῆς ὑγιείας καὶ εὐδαιμονίας. γινώσκειν σε θέλω, ὡς γνησίως διαφόρως γεγράφηκά σοι· ἐμοῦ δὲ διὰ σὲ ἡσυχοῦντος δέξασθαί σου γράμματα οὔτε μίαν ἐπιστολήν σου ἐδεξάμην, ἐξότε ἐξῆλθες ἔνθεν. θελήσῃ οὖν ἡ σὴ ἀρετὴ καὶ ἂν ἐπὶ τοῦ παρόντος δηλῶσαί μοι πρό γε πάντων περὶ τῆς σῆς ὑγιείας καὶ πάντων τῶνὑμῖν διαφερόντων καὶ εἰ ἐδέξω τὰ γράμματά μου τὰ διὰ τοῦ κυρίου Θεοφίλου μετὰ καὶ τῶν ἀποσταλέντων παρʼ ἐμοῦ μήλων πεντήκοντα παρακαλῶ, δέσποτα, προσκυνῆσαι ἐξ ἐμοῦ πάντας τοὺς φιλεῖν ἀξιοῦντας, ἐξαιρέτως τὸν δεσπότην μου τὸν κύριον Φωσφόρον. …ἀπόδος κυρίῳ μου ἀδελφῷ ἐν θεῷ Ἰακκώβῳ Σίμωνος παρὰ Φαυστίνου …ἐν θεῷ Ἰακκώβῳ Σίμωνος παρὰ Φαυστίνου.