Ancient Greek
SB 6 9151
Documentary Papyri, SB 6 9151
Not analysed yet
…παρέξω σοι …καὶ ……λόγῳ συνηθείας κατὰ τὸ ἔθος· καὶ οὐ δυνατόν μοι ἀποστῆναι τῆς τοιαύτης ἀμπελουργικῆς χρείας πρὸ συπληρώσεως τοῦ …ετοῦς χρόνου, ἀποτάττομαι γὰρ πάσῃ βοηθείᾳ νόμων τῇ παρεχούσῃ παντὶ μισθωτῇ ἀποστῆναι μετὰ τὸν πρῶτον ἐνιαυτόν εἰ βουληθείη, ἀλλʼ ὁμολογῶ ἐπιμεῖναι τῇ ἀμπελουργικῇ χρείᾳ ἄχρι συμπληρώσεως τοῦ εἰρημένου χρόνου. ἡ παροῦσα μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Σενούθης ἀμπελουργὸς ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται, Ἀθανάσιος νοτάριος υἱὸς Κολλούθου ἀπὸ Ἑρμουπόλεως ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Αὐρήλιος …ς υἱὸς τοῦ μακαρίτου Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. Αὐρήλιος …υἱὸς τοῦ μακαρίτου Θεοδώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ παρούσῃ μισθώσει αἰτηθεὶς παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Ἰωάννου σὺν θεῷ συμβολαιογράφου ἐγράφη