Ancient Greek
SB 6 9154
Documentary Papyri, SB 6 9154
Not analysed yet
Αὐρήλιος Ἥρων σοι Κυρίλλῃ …γαμετῇ γενομένῃ τοῦ μακαρίου Χριστοφόρου γενομένου, ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ σοῦ ἀπὸ τῶν ὑπαρχόντων σοι ἐν τῇ αὐτῇ Ἡρακλεοπόλει ἐν λαύρᾳ Βενέτου μέρους ἐν ἀμφόδῳ τῆς ἁγίας ἐκκλησίας Κύρου ἀπὸ οἰκίας ὅλης βαλλούσης εἰς λίβα ἐν τῇ πρώτῃ στέγῃ ἐξέδραν μίαν βάλλουσαν εἰς βορρᾶν καὶ ὄπισθεν αὐτῆς κοιτωνάριν ἓν ἀνεῳγμένον εἰς ἀπηλιώτην καὶ τὸν ἀέρα αὐτοῦ καὶ ἐν τῷ δώματι ἀρτοθήκην μίαν βάλλουσαν εἰς λίβα μετὰ τῆς ἀναλογίας αὐτῶν ἐκ πάντων τῶν χρηστηρίων καὶ δικαιωμάτων τῆς αὐτῆς οἰκίας, ἐφʼ ὃν βούλοι χρόνον ἀπὸ τῆς σήμερον καὶ προγεγραμμένης ἡμέρας καὶ ἐφεξῆς, ἐνοικίου κατʼ ἔτος χρυσοῦ νομίσματος ἥμισυ εἰς κεράτια ἕνδεκα γίνονται χρυσοῦ νομίσματος 𐅵εἰς κεράτια ια. κυρία ἡ παροῦσα μίσθωσις καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα. διʼ ἐμοῦ Συγκριτίου συμβουλαιογράφου