Ancient Greek
SB 6 9156
Documentary Papyri, SB 6 9156
Not analysed yet
Πτολεμαίωι ἀδελφῶι Ἀμμώνιος χαίρειν. τὸ σπουδαῖον τῆς προαιρέσεώς σου μεταδεδώκαμεν τῷ υἱῷ ἡμῶν Ἀσκληπιάδῃ. ὡς πάντως σπουδάσει τῇ ἐντολῇ αὐτοῦ, καθότι νῦν ἠθέλησεν καὶ διʼ ἡμῶν ἀξιωθῆναι, ὡς διὰ γραμμάτων τὴν προαίρεσίν σου …ον ἐνδιαθέτως ἐνδείξασθαι σπουδάσῃς. διὰ ταῦτα γράφομεν πρὸς τὴν σὴν καλοκαγαθίαν, ἵνα σπουδάσῃς τῷ ἀνδρί. ἔφη γὰρ καὶ αὐτὸς ἐντεταλκέναι σοι περὶ τούτου. ἀμερίμνει δὲ περὶ τῆς οἰκίας σου καὶ περὶ τῶν διαφερόντων τῷ πρακτίῳ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφε.