Ancient Greek
SB 6 9158
Documentary Papyri, SB 6 9158
Not analysed yet
τῇ κυρίᾳ μου, τῇ διὰ πάντα θαυμασιωτάτῃ μητρὶ μεγάλη Νόννα παιδίον. κατʼ αὐτὴν τὴν ῥοπὴν δεχομένη μου τὰ γράμματα καταξίωσον ἀποστεῖλαι ὀλίγα, ἃ ἐσημήναμεν· πατελλίκια ἐσημήναμεν· πατελλίκια δύο ,ἐμβάφια ὀκτώ ,καὶ τὸ κολόβιον δέ, ὃ τετέμηκα, καὶ τὸ μαφόριόν μου καὶ τὸ δερματίκιν μου καὶ λινούδιον. καὶ οἶδας γὰρ, ὅτι ὅλον …ἑαυτῷ παρέδωκά σοι …θέλησον δὲ ταχέως ἐξαποστεῖλαι …υ… μακρὰς …λομα τὴν …καὶ τὴν …ἀσπάζομαι …ἀπὸ μικροῦ …εν. ἔρρωσο. καὶ τὸ σαβατάκιον καὶ τὸ μάλλωτον καὶ τὸ πορφυροῦν σαβατάκιον καὶ τὸ καλίγιόν μου. θέλησον δὲ ἐν τάχει ἐξαποστεῖλαι τὸ σημεῖον μὴ ὀκνουμένη, ἀμμή, οὐκ ἔχομεν εἰς ὑπηρεσίαν. ἐρρωμένην τὴν σὴν γλυκύτητα καὶ διευτυχεῖν τὴν ὑμῶν θαυμασιότητα, κυρία μου μῆτερ.