Ancient Greek
SB 6 9214
Documentary Papyri, SB 6 9214
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Σεβαστοῦ τὸ η καὶ Γαλερίου Οὐαλερίου Μαξιμίνου Σεβαστοῦ τὸ β. Αὐρήλιος Σακαῶνος Πόσιτος μητρὸς Θαήσιος ἀπὸ κώμης Τερύθεως τοῦ Ὀξυρυγχείτου νομοῦ Αὐρηλίῳ Ἡρακλᾷ Ὡρίωνος δι…μιω…ος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐπʼ ἀγορᾶς τοῦ Ὀξυρυγχείτου ὄνον ἄρρενον μελανόχρωτα ἄβωλον τιμῆς τῆς συνπεφωνημένης πρὸς ἀλλήλους ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντων ἓξ καὶ δραχμῶν τρισχιλίων, γίνονται τάλαντα ϛ δραχμαὶ Γ, ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, περὶ ἧς ἀριθμήσεως ἐπερωτηθεὶς ὡμολόγησα. τὸν δʼ αὐτὸν ὄνον ἐντεῦθεν παρείληφας παρʼ ἐμοῦ τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀνεπίλημπτον, ὃν καὶ βεβαιώσω πάσῃ βεβαιώσει, καὶ τὸν ἐπελευσόμενον τούτου χάριν ἐπάναγκες ἀποστήσω παραχρῆμα ταῖς ἐμαυτοῦ δαπάναις καθάπερ ἐκ δίκης, κυρία ἡ πρᾶσις ἁπλῆ γραφεῖσα, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. τῆς προκειμένης ὑπατείας μηνὶ Ἰουλίῳ …Αὐρήλιος Ζακαῶν πέπρακά σοι τὸν προκίμενον ὄνον καὶ ἀπέχω τὴν τιμὴν πλήρης, ὡς πρόκειται. Αὐρήλιος Ὡρίων ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.