Ancient Greek
SB 6 9216
Documentary Papyri, SB 6 9216
Not analysed yet
Αὐρήλιος …ὁ καὶ …ριωνος Ἑρμουπολίτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου πόλεως λιβὸς Αὐρηλίᾳ …τῇ καὶ Ἡσυχίᾳ …ζιου ἀπὸ τῆς αὐτῆς πόλεως καὶ τοῦ αὐτοῦ ἀμφόδου ……ρεως αἰτηθέντος ὑπʼ αὐτοῦ καὶ ……ἀκολούθως τῇ ἐπιδοθείσῃ συγγραφῇ ……ἐφʼ οἷς περιέχει δικαίοις πᾶσι καὶ διαστολαῖς πάσαις ……Σεβαστοῦ Ἁθὺρ κδ. Αὐρήλιος Σιλβανὸς σεσημείωμαι. Αὐρηλία …ἡ καὶ Ἡσυχία …ζίου ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης ἀναγραφομένη ἐπʼ ἀμφόδου πόλεως λιβός, συμπαρόντος αὐτῇ …Αὐρηλίου Νικοδήμου τοῦ καὶ Κυρίλλου βουλευτοῦ τῆς αὐτῆς πόλεως, μετὰ συμβεβαιωτοῦ Αὐρηλίου …τοῦ καὶ …ς Σιλβανοῦ ἐνάρχου ἐξηγητοῦ βουλευτοῦ τῆς αὐτῆς πόλεως ……ἐπηκολούθηκα τῇδε τῇ διεκβολῇ καὶ ἀπέσχηκα παρὰ Αὐρηλίου …τοῦ καὶ …ριωνος …ἀναγραφομένου ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου πόλεως λιβὸς τὴν τιμὴν ἧς ἀπεδόμην αὐτῷ κτητικῆς δούλης ὀνόματι …ἐπικεκλημένης Φιλαδελφίου εἰ καί τινι ἑτέρῳ ὀνόματι καλεῖται ἢ κληθήσεται, γένει …,ὡς ἐτῶν …,…στρογγυλοπροσώπου εὐοφθάλμου ……ἀνὰ μέσον τοῦ μετώπου οὐλὴν ω… …παρὰ Αὐρηλίου Σιβώλιος Διογένους μητρὸς ……ἀκολούθως τῇ ἀνενεχθησομένῃ διὰ τοῦ ἐν Ἑρμοῦ πόλει γραφείου ὁμολογίᾳ τῆς πράσεως, ἀργυρίου καινοῦ Σεβαστοῦ νομίσματος ταλάντων ὀκτὼ ……ἔτους β Αὐτοκράτορος Καίσαρος Γαίου Οὐαλερίου Διοκλητιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κδ. Αὐρηλία …ἡ καὶ Ἡσυχία πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ἐκ πλήρους …Αὐρήλιος Νικόδημος ὁ καὶ Κύριλλος …Αὐρήλιος …ὁ καὶ …ἐξωδίασα ὡς πρόκειται. …ειτεεν… παρὰ Αὐρηλίας …τῆς καὶ Ἡσυχίας.