Ancient Greek
SB 6 9223
Documentary Papyri, SB 6 9223
Not analysed yet
νομοῦ Ὀξυρυγχίτου. Ἀμμώνιος Ἀμμωνίου κυβερνήτης πλοίου δημοσίου οὗ ἐπίσημον α…ς, διʼ ἐπιπλόου Λουκίου Οὐκλατίου στρατιώτου λεγεῶνος κβ σπείρης β κεντυρίας Μαξίμου Στολτίου, καὶ Ἑρμίας Πετάλου κυβερνήτης ἑτέρου πλοίου οὗ ἐπίσημον Αἴγυπτος, διʼ ἐπιπλόου Λουκίου Καστρικίου στρατιώτου λεγεῶνος κβ σπείρης δ κεντυρίας Τίτου Πομπηίου. ἔστιν δεῖγμα οὗ ἐμβεβλήμεθα ἀπὸ γενημάτων κη ἔτους Καίσαρος, ὁ μὲν Ἀμμώνιος εἰς παράφραγμα πυροῦ ἀρταβῶν υλγ δ ὁ δὲ Ἑρμίας ὁμοίως πυροῦ ἀρταβῶν υλγ δ γίνονται αἱ πᾶσαι αἱ ἐμβεβλημέναι διὰ Λεωνίδου καὶ Ἀπολλωνίου σιτολόγων ἀπηλιώτου μερίδος κάτω τοπαρχίας πυροῦ ἀρτάβαι ωξϛ 𐅵καὶ προσμεμετρήμεθα ταῖς ἑκατὸν ἀρτάβαις πυροῦ ἀρτάβης 𐅵,τὴν δὲ ἐμβολὴν πεποιήμεθα ἀπὸ β τοῦ Ἁθὺρ ἕως δ τοῦ αὐτοῦ μηνός, καὶ συνεσφραγίσμεθα τῇ ἀμφοτέρων σφραγῖδι, τοῦ μὲν Ἀμμωνίου ἧς εἰκὼν Ἄμμωνος, τοῦ δὲ Ἑρμίου ἧς εἰκὼν Ἁρποκράτης. ἔτους κθ Καίσαρος Ἁθὺρ δ. Ἑρμίας καὶ Ἀμώνις ἐσφραγίσμεθα τὰ δείγματα. ἔτους κθ Καίσαρος Ἁθὺρ ιθ.