Ancient Greek
SB 6 9239
Documentary Papyri, SB 6 9239
Not analysed yet
Φλαουίῳ Μέλανι τῷ αἰδεσίμῳ ταχυγράφῳ τῆς ἡγεμονικῆς τάξεως τῆς Ἀρκαδίας ἐπαρχίας, παρὰ Χριστοδώρας ἀπὸ τῆς αὐτῆς πόλεως. ἐπὶ κακῷ ἐμῷ ἐκδέδωκα τὴν ἐμὴν θυγατέρα Δωροθέῳ τινὶ ἀργυροκόπῳ καὶ τὴν ὁμοδίαιταν ἐποιησάμην ἅμα αὐτῷ καὶ οὐκ οἶδα τίνος ἕνεκεν ἰδίᾳ αὐθεντίᾳ καὶ τυραννικῷ τῷ τρόπῳ παρακατέσχεν τὰ ἐμὰ πράγματα καὶ ἐξέβαλέν με ἐκ τῆς πρὸς αὐτὸν ὁμοδιαίτης. οὐ μόνον δὲ τοῦτο ἀλλὰ καὶ πληγὰς θανασίμους ἐνήνεγκέν μοι. τούτου χάριν παρακαλοῦσα τὴν ὑμῶν λαμπρότητα κελεῦσαι τὸν εἰρημένον μου γαμβρὸν παραστῆναι καὶ ἀκροάσασθαι τῆς μεταξὺ ἡμῶν ὑποθέσεως καὶ τύπον δίκαιον καὶ τὸν παρειστάμενον αὐτῇ ἐφʼ ἡμῖν παρασχεῖν, δέσποτα. Χριστοδώρα ἐπιδέδωκα. βασιλείας τοῦ θειωτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κβ τοῖς τὸ ζ μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλίου τοῦ λαμπροτάτου Φαῶφι ιη.