Ancient Greek
SB 6 9247
Documentary Papyri, SB 6 9247
Not analysed yet
Οὐαλέριος ὁ καὶ Ἥρων Διοσκόρου ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ Ἑρμειᾶτι Διδύμου τοῦ Ἑρμείου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ παραθήκην ἀργυρίου δραχμὰς ἑκατὸν τεσσαράκοντα ἀκίνδυνον, ἃς καὶ ἀποκαταστήσω σοι ὁπηνίκα ἐὰν αἱρῇς γινομένης σοι τῆς πράξεως ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο ἁπλοῦν γραφὲν ὑπʼ ἐμοῦ κύριον ἔστω πανταχοῦ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους ι Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ μεγίστου …