Ancient Greek
SB 6 9251
Documentary Papyri, SB 6 9251
Not analysed yet
Σενῦρις Μαθάλει τῷ υἱῷ χαίρειν. πρὸ μὲν πάντων σε εὔχομαι καὶ τὸ προσκύνημά σου ποιῶ παρὰ τοῖς ἐνθάδε θεοῖς. ἐὰν ἔλθῃ Ἄγαθος πρὸς σὲ παράδος αὐτῷ τὰ σκεύη καὶ τὰ κλισα καὶ δὸς τῷ υἱῷ ἀβασκάντῳ Ὕλᾳ ἀγγεῖον τοῦ οἰναρίου τοῦ κάτω εἰς τὴν κέλλαν. ἀσπάζομαι τὴν σύμβιόν σου καὶ τὰ τέκνα σου. ἀσπάζομαι Γέμελλαν καὶ τὴν σύμβιον αὐτοῦ καὶ τὴν μητέρα αὐτῆς. ἐὰν ἔλθῃ Ἀπολλώνιος καὶ Ἀπλονία, καταλάβετε ὑμεῖς· ἔρχεται γὰρ Ἀπολλώνιος εἰς Ἑρμουπόλιν καὶ εἰς Λατωνπόλιν. ἀσπάζεται ὑμᾶς Σώκρατος. ἐρρῶσθαί σε εὔχομαι. ἀπόδος εἰς Σοήνιν Μαθάλει παρὰ Σενύριος.