Ancient Greek
SB 6 9271
Documentary Papyri, SB 6 9271
Not analysed yet
Παυλῖνα Τίτῳ τῷ ἀδελφῷ καὶ κυρίῳ πλεῖστα χαίρειν. γινώσκειν σε θέλω, ἄδελφε, ὅτι κόπους μοι παρέχει Ἀπώνιος ὁ ἐμὸς ἀνὴρ διὰ τὸ εἰδέναι αὐτὸν ὅτι οὐδένα ἔχω. ἀλλὰ ἐρωτῶ σε, καθώς μοι εἴρηκας ατα σοι ἀντιγράψω ἐποίησα, γοργῶς οὖν ἐλεύσει ἐπʼ ἐμὲ εἰ… φονεύει με λέγων· ἔξελθε ἀπʼ ἐμοῦ. ὥστε οὖν ἐρωτῶ μνησθῆναί μου, καὶ ἐλθόντα ἐκδικῆσαί με ἢ ἀπολῦσαί με παρ’ αὐτοῦ, …αζω μή πώς με φονεύσῃ καθὼς ἐπαγγέλλεταί μοι. ἔρρωσο.