Ancient Greek
SB 6 9282
Documentary Papyri, SB 6 9282
Not analysed yet
ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ χρυσίου νομισμάτια …εἰς τιμὴν ὀκτὼ ἀρταβῶν κριθῶν καὶ λαχάνου δύο καὶ ἡμίσους ἀρταβῶν, γίνονται η ἀρτάβαι κριθῶν καὶ λαχάνου β ἀρτάβαι 𐅵,ἅπερ σοι ἐκ νέων γενημάτων ἐπάναγκες ἀποδώσω ἐφʼ ἅλω τῆς εὐτυχοῦς δωδεκάτης ἰνδικτίονος μέτρῳ δικαίῳ ἀνυπερθέτως ἄνευ ἀντιλογίας τῆς πράξεως οὔσης σοι ἢ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντὸς εἴδους πάντων καθάπερ ἐκ δίκης. τὸ γραμμάτιον κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Σενοῦθις Ἀγαθίωνος ὁ προκείμενος ἔσχον τὴν τιμὴν τῶν κριθῶν ἀρταβῶν ὀκτὼ καὶ λαχάνου ἀρταβῶν δύο ἡμίσους καὶ ἀποδώσω, ὡς πρόκιται. Αὐρήλιος Ἰούλιος Φοιβάμμωνος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. διʼ ἐμοῦ Διδύμοο ἐγράφη. …ς ἀπὸ Νοήρεως κριθοῦ η καὶ λαχάνου β 𐅵…