Ancient Greek
SB 6 9285
Documentary Papyri, SB 6 9285
Not analysed yet
…δ… περὶ Ἀλέου τοῦ νομ… φανερὸν …ε…η…δ…ρου…σι …ἐκπελλευς…, ἵνα μὴ ὑπέρθεσθε, ὅ τι νομ… καὶ βουτυρίου μου μηκέτι δεχθῇ τὸ μ…ν καὶ ἀπόληται. καὶ νομίζω μέν, ὅτι ἐκεῖνα τὰ γράμματα εἰλημμένοι ἐποιήσατε πάντως καὶ τὸν Ἄλλεον τὸ ὅλον ἐψεῦσθαι. εἰ δὲ παρὰ πίστιν μέχρις τοῦ παρόντος διὰ ὑποχωρήσεως τοῦτο ἰδικός μου μὴ ἐπιτρέψαιτο, νῦν γοῦν διὰ πάσης σπουδῆς καὶ πολυχειρίας, ὅσον ἔχετε ἐν ὁρρίοις, ἐμβληθῇ καὶ ἐκπελλευθῇ λοιπόν τι καὶ τὸ πᾶν καθαρὸν ἀσιλλοφορῆται κατὰ καιρὸν καὶ μὴ διὰ ὑστερησμὸν ζημιωθῶμεν ἄκαιρον ζημίωμα. Ἰοῦλις ὁ ἀρχισύμμαχος καταλαβὼν εἶπέν μοι, ὅτι οἱ ζυγοστάται ὡς ἐνταῦθα μέλλοντες πάλιν παραδοῦναι τὰ χρήματα διαστρέφουσιν τοὺς καταβάλλοντας τὰ πλείονα ἀπορριπτοῦντες καὶ ἐντεῦθεν λοιπάδες συμβαίνουσιν· καὶ ἀναγκαῖον ἐνόμισα ταῦτα μαθὼν εὐθέως γράψαι ὥστε μὴ συγχωρῆσαι τοὺς ζυγοστάτας παρὰ τὸ ἔθος διαστρέψαι τινά, ἵνα μὴ τῇ αἰτίᾳ ταύτῃ τινὰ ἀπομείνῃ. τὰ γὰρ χρήματα κατὰ τὸ ἔθος πάλιν ἐν Ἀλεξανδρείᾳ ἔχει καταβληθῆναι καὶ οὐκ ἐνταῦθα. ἐπειδὴ τὸ γενόμενον προσάπαξ γέγονεν διὰ τὴν γενομένην ἐξ ἀνάγκης προτελείαν τοῦδε λοιποῦ ὡς τῶν προχρησθέντων καὶ ἀποδοθέντων, εἴ τι εἰσοδιάζεται, ἐν Ἀλεξανδρείᾳ ὡς εἶπον, κατὰ τὸ ἔθος καταβάλλεται καὶ οὐ δεῖ παρὰ τὸ ἔθος διαστραφῆναί τινα ἢ χρήματα ἀπορριφῆναι.