Ancient Greek
SB 6 9290
Documentary Papyri, SB 6 9290
Not analysed yet
παρὰ Δομιτίου Ἰουλιανοῦ ἑκατοντάρχου. ἔδει σε καὶ τὰ πρῶτα γράμματα λαβόντα μὴ ἀγνωμονῆσαι, ἀλλὰ ἐλθεῖν πρὸς ἐμὲ καὶ διδάξαι, πρὸς τίνα οἱ καρποί, περὶ ὧν ἦν ἡ ἀμφισβήτησις, ἀνήκουσι· καὶ νῦν δὲ τὰ γράμματα ταῦτα λαβὼν ἐλθὲ πρὸς ἐμέ. λείαν γάρ σε οἱ προνοοῦντες Ἥρωνος τοῦ ἐξηγητοῦ αἰτιῶνται. pridie nonas iunias