Ancient Greek
SB 6 9296
Documentary Papyri, SB 6 9296
Not analysed yet
Ὀννῶφρις Ὀννώφριος τοῦ Ὀννώφριος μητρὸς Ἀθηναροῦτος Θώνιος ἀπὸ τῆς Ὀξυρύγχων πόλεως τῷ ἐμαυτοῦ πρὸς μητρὸς θείῳ Πετοσείρει τῷ δευτέρῳ Θώνιος τοῦ δευτέρου πατρὸς Ἀθηναροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπέχειν παρὰ σοῦ διὰ Σαραπίωνος καὶ μετόχων τραπεζιτῶν τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης ἀργυρίου δραχμὰς διακοσίας διαταγείσας ὑπὸ τοῦ ἐμοῦ μὲν κατὰ μητέρα πάππου σου δὲ πατρὸς Θώνιος Πετοσείριος τοῦ Θώνιος μητρὸς Ἀθηναροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως, διʼ ἧς πεποίηκε διὰ τοῦ ἐν τῇ αὐτῇ πόλει ἀγορανομείου τῷ ἑκκαιδεκάτῳ ἔτει Ἀντωνίνου Καίσαρος τοῦ κυρίου μηνὶ Ἐπεὶφ ἐπὶ σφραγίδων διαθήκης λυθείσης μετὰ τελευτὴν αὐτοῦ, δοθῆναί μοι ὑπὸ σοῦ καὶ μὴ ἐνκαλεῖν σοι μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι περὶ τούτων μηδὲ περὶ μηδενὸς ἄλλου …