Ancient Greek
SB 6 9302
Documentary Papyri, SB 6 9302
Not analysed yet
βασιλεῖ Πτολεμαίωι χαίρειν Φιλώτας πυρσουρὸς τῶν ἐν Ἀπόλλωνος πόλει τῆι μεγάλῃ κληρούχων. ἐπειδὴ πυκναὶ γίνονται αἱ ἀβροχίαι ἐν τῆι χώραι νῦν ἤδη καὶ παντελῶς, βούλομαί σοι, βασιλεῦ, μηχανὴν προσαγγεῖλαι, ἀφʼ ἧς σὺ οὐθὲν μὴ βλαβῇς, σωθήσεται δὲ ἡ χώρα διὰ τὸ λίαν ἐπὶ τρεῖς ἐνιαυτοὺς μὴ ἀναβῆναι τὸν ποταμὸν λιμὸς …εστη τοιαύτην λιμὸν μηδησω …ατεσαυτα ἀπολεσται μηδεμ…. σμηιεπρο …ἀλλὰ σοῦ θέλοντος, βασιλεῦ, ἔσται εὐετηρία πολλή. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, συντάξαι Ἀρίστωνι τῶι στρατηγῶι δόντι μοι τριάκοντα ἡμερῶν τὰ ἐπιτήδεια τὴν ταχίστην με πρὸς σὲ ἀποστεῖλαι η…ι ἔντευξιν, ἵνα, ἐάν σοι δόξῃ, βασιλεῦ, ἐκ τοῦ σπόρου εὐθὺς γένηται. ἔσται δὲ σοῦ βουλομένου διὰ ὅλης τῆς Θηβαίδος ἐν ἡμέραις πεντήκοντα τὸ πολύ. εὐτύχει.