Ancient Greek
SB 6 9361
Documentary Papyri, SB 6 9361
Not analysed yet
παρὰ Ἀπιανοῦ. ὁ ἀδελφός μου Ἀπολλώνιος ἔχει ἐν ἀγρῷ ξύλα κεκομμένα. ποίησον οὖν αὐτὰ πρὸ τῶν ὑδάτων εἰς κώμην συρῆσαι διὰ τῶν παρὰ σοὶ ταυρικῶν καὶ δήλωσον, ὅτι ἐγένετο τοῦτο. ἐσημειωσάμην, διὰ Ἀσκληπιάδου. Ἡρωνείνῳ φροντιστῇ Θεαδελφίας, β ἔτους Μεσορὴ ιζ.