Ancient Greek
SB 6 9366
Documentary Papyri, SB 6 9366
Not analysed yet
ἔτους μϛ Χοιὰχ ιδ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ἡρακλείδης Θεοδώρου Μακεδὼν τῶν κατοίκων ἱππέων Πατῆτι Καλίου Πέρσηι τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας λϛ καὶ χαλκοῦ τάλαντον α ἄτοκον· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Ἡρακλείδει ἐν μηνὶ Φαρμοῦθι τοῦ μϛ ἔτους πυρὸν νέον καθαρὸν ἄδολον ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὸν τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὸν μὲν πυρὸν τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμήν, τὸν δὲ χαλκὸν τοῦ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα διδράχμους τόκους. Ἡλιοδώρωι . ἀντίγραφον δανείου ἀποδοῦναι τῶι ἐν Παθύρει ἐπιστάτει.