Ancient Greek
SB 6 9367 (2)
Documentary Papyri, SB 6 9367_2
Not analysed yet
Ἀγαθῖνος Ἀπολλωνίωι χαίρειν. ἐμβεβλήμεθα ἐκ τῶν ἐν τῶι Κοπτίτηι θησαυρῶν εἰς αχωρ στόλου Πτολεμαίου τῶν πρώτων φίλων ἀγωγῆς φ ἐφʼ οὗ Ἀσκληπιάδης ὥστε παρακομίσαι εἰς Συήνην πρὸς τὰ μετρήματα τῶν αὐτόθι στρατιωτῶν ἐπιστειλάντων Πρωτάρχου τοῦ ἐπὶ τῶν κατὰ τὴν Θηβαΐδα καὶ Ἁρενδώτου τοῦ βασιλικοῦ γραμματέως μεμετρημένας μέτρωι ἐννεακαιεικοσιχοινίκωι τοῦ θησαυροῦ …πυροῦ ἀρτάβας τετρακοσίας πεντήκοντα γίνονται πυροῦ ἀρτάβαι υν. …Ὀσαρνάχθις ὁ παρὰ …τοῦ βασιλικοῦ γραμματέως ἐμβέβλημαι, καθὼς προγέγραπται ἐν συμβόλωι πυρῶν, πυροῦ ἀρτάβας τετρακοσίας πεντήκοντα γίνονται πυροῦ ἀρτάβαι υν. ἔτους ιη Παχών ακωρ στόλου πυροῦ υν Ἀπολλωνίωι