Ancient Greek
SB 6 9367 (4)
Documentary Papyri, SB 6 9367_4
Not analysed yet
Ἀντίοχος Ἀπολλωνίωι χαίρειν. ἐμβεβλήμεθα ἐκ τοῦ ἐν τῶι Παθυρίτηι θησαυροῦ ὥστε παρακομίσαι εἰς τὸν ἐν Συήνηι θησαυρὸν πρὸς τὰ μετρήματα τῶν ἐπὶ τῶν τόπων στρατιωτῶν, καθότι ἐπέστειλεν Πρώταρχος ὁ ἐπὶ τῶν κατὰ τὴν Θηβαΐδα καὶ Ἁρενδώτης ὁ βασιλικὸς γραμματεὺς εἰς ακωρ Αρε… ἐφʼ οὗ Ἁρμιῦσις ἀγωγῆς ψ ἀπὸ τῶν τοῦ ιη ἔτους γενημάτων πυροῦ καθαροῦ μεμετρημένου μέτρωι ἐννεακαιεικοσιχοινίκωι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν ἀρτάβας ϛ… …χ… συναναλαβὼν ἅπαν γράψον Λυσιμάχωι τῶι σιτολόγωι. ἔρρωσο. ἔτους ιη Παχὼν κβ. σιτολόγωι τῶν τόπων ἔτους ιη Παῦνι Παθυρίτου πυροῦ χ Ἀπολλωνίωι