Ancient Greek
SB 6 9367 (7)
Documentary Papyri, SB 6 9367_7
Not analysed yet
Νέαρχος Λυσιμάχωι χαίρειν. ἐμβεβλήμεθα ἐκ τοῦ ἐν Διοσπόλει τῆι μικρᾶι θησαυροῦ εἰς ακωρ …ἀγωγῆς …ἐφʼ οὗ Παχνοῦβις ὁ Σραμεσνούφιος μέτρωι ἐννεακαιεικοσιχοινίκωι τῶι συμβεβλημένωι πρὸς τὸ χαλκοῦν σῖτον νέον καθαρὸν ὥστε παρακομίσαι εἰς Συήνην πρὸς τὰ μετρήματα τῶν στρατιωτῶν, καθὼς γράφει Ἀπολλώνιος ὁ παρὰ Πρωτάρχου τοῦ ἐπὶ τῶν κατὰ τὴν Θηβαΐδα, πυρῶν Ατ ἀπὸ τῶν τοῦ ιη ἔτους γενημάτων καὶ τὸ δεῖγμα κατεσφραγίσμεθα. ἔρρωσο. ἔτους ιη Παῦνι κδ. Παχνοῦβιος κυβερνήτου πυρῶν Ατ. …τῆς Θηβαΐδος ἔτους ιη Ἐπεὶφ κ. Διοσπόλεως ακωρ ἐφʼ οὗ Παχνοῦβις. Ατ Λυσιμάχωι