Ancient Greek
SB 6 9387
Documentary Papyri, SB 6 9387
Not analysed yet
…γράφειν σοι ἵνα μή δόξω ἠμεληκέναι, σὺ δὲ οἰκονόμει ὡς βούλει, εἰ γὰρ κατέγνως μου ἐν ἄλλοις πράγμασι· ὤφειλες τοῦτο πρὸ πάντων εἰδέναι· εἰ δὲ ἐπισυμφέρον τί σοι τοῦτο ποιῶ καὶ γράφω σοι, οὐκ ὀφείλεις ἀμελεῖν· ἡ γὰρ ὅλη συζήτησις ἐγένετο τῷ τὸν στρατηγὸν μεθίστασθαι, καὶ εὔλογόν ἐστι ὃ λέγει· καὶ γὰρ τῷ πράγματι συμφέρει τοῦτο· ἀπελογησάμην σοι οὖν περὶ πάντων, ἵνα μὴ δόξῃς ἀναισθήτως γεγραφέναι, εἰ καὶ ἀναιδῶς τοῦτό σοι διὰ τῶν ἐπιστολῶν γεγραφέναι μέχρι ταύτης τῆς ἐπιστολῆς ἠρκέσθην· καταγινώσκειν δέ σε θέλω, ὅτι ἐδόθη ἀναφόριον τῷ κρατίστωι Ἀπολλωνίωι περὶ φοινίκων τριῶν καὶ στροβιλέας μιᾶς περὶ Ἑρμούπολιν Θεμίστου μερίδος ἐν ἐλαιωνοπαραδείσῳ καὶ φοινικῶνι τῆς Τωναιτιανῆς οὐσίας μισθώσεως Πτολεμαίου Πρωτάρχου καὶ μετόχων. γράφω σοι οὖν, ἵνʼ εἰδῇς, ἐπειδὴ πρὸ πολλοῦ μεμνημένος ᾖς μοι περὶ τῆς στροβιλέας· φανερὸν οὖν σοι ἐποίησα τοῦτο, ἵνʼ ὃ βούλει περὶ τούτου ἀντιφωνήσῃς· ἔρρωσο. ἄσπασαι τοὺς σοὺς πάντας καὶ Ἀπίωνα καὶ Ἥρωνα τοὺς κρατίστους· μέχρι τοῦτο ὁ ἐπίτροπος οὔπω παρεγένετο, ἀλλὰ προσδόκιμός ἐστιν. Ἥρωνι φίλωι