Ancient Greek
SB 6 9397
Documentary Papyri, SB 6 9397
Not analysed yet
διὰ τῆς παρούσης μου ἐπιστολῆς γράφω προσκυνοῦσα τὴν θεοφύλακτον ὑμῶν θεοφιλίαν. οἶδεν οὖν ἡ σὴ θεοφιλία, ὅτι ἐξῆλθον εἰς ἐπίσκεψιν τῆς κοινῆς ὑμῶν ἀδελφῆς καὶ πίστευσον, ἕως ἄρτι οὐκ ἔσχεν διαφοράν. καὶ ἤκουσα, ὅτι ὁ φιλάνθρωπος θεὸς ἐπεσκέψατο …αλ…λ…τ…τ…ε… παρακαλῶ οὖν τὴν σὴν θεοφιλίαν ποδοφιλῆσαι αὐτὸν ἐξ ἐμοῦ καὶ, μήπως ζητήσῃ τὴν ταλαιπωρίαν μου, ἀπολογήσασθαι αὐτῷ· μετὰ θεὸν γὰρ ἄλλην προστασίαν οὐκ ἔχω, εἰ μὴ τὴν σὴν θεοφιλίαν. παρακαλῶ οὖν καὶ τοῦτο· ἀπελθεῖν ὑμᾶς πρὸς τὴν θεοφύλακτον Κύραν καὶ ἀπολογήσασθαι αὐτῇ ὑπὲρ ἐμοῦ· μήπως οὖν χρεία γένηται ἀποκρίσεως τοῦ διακόνου Δανιηλίου, παρακαλῶ οὖν ἐλθεῖν αὐτῷ. ὁ κύριος Ἰησοῦς Χριστὸς διασώσῃ καὶ διαφυλάξῃ τὴν σὴν θεοφιλίαν ἐπὶ μήκιστον χρόνον. τῷ θεοφυλάκτῳ μου ἀδελφῷ Ἰωάννῃ θεοφιλεστάτῳ ἀρχιδιακόνῳ Βασιλεία