Ancient Greek
SB 6 9400
Documentary Papyri, SB 6 9400
Not analysed yet
τῷ δεσπότῃ μου διὰ πάντα θαυμασιωτάτῳ προστάτῃ Ἡρώδῃ Ἡρᾶς. ἔμαθον, ὡς οἱ ἀπὸ τῆς κώμης ἐλθόντες πρὸς τὴν σὴν θαυμασιότητα ἐμέμψαντό με ὡς βαρυτέρου ὄντος τοῦ ζυγίου, ᾧ ὑποδέχομαι τὸ χρυσίον τῆς ἀπαιτήσεως καὶ τῶνδε κερατίων ἐλαφροτέρων ὄντων. καὶ βουληθεὶς ἀνελθεῖν καὶ ἀναδιδάξαι σου τὴν σεμνοπρέπειαν οὐκ ἐπετρεψάμην ἄνευ κελεύσεως αὐτῆς· γράφω τοίνυν, ὡς οὔτε ζύγιον ἔλαβον μετʼ ἐμαυτοῦ ἀπὸ τῆς πόλεως οὔτε ἄλλο τι, ἀλλὰ τὸ ζύγιον ἐδεξάμην Διονυσίου τοῦ γραμματέως τῆς κώμης, ἐν ᾦ ὑπέχετο πρὸ τούτου τὴν ἀπαίτησιν, καὶ ἐπʼ αὐτῷ ἔστησα καὶ ὑπεδεξάμην τὸ χρυσίον. εἰ οὖν δοκεῖ τῇ σῇ ἀρετῇ, ἐπειδὴ χωρὶς γνώμης αὐτῆς οὐδὲν δύναμαι πρᾶξαι, λαβεῖν με πρόγραφε παρʼ ἑκάστου κεφαλαιωτοῦ τοῦ χρυσίου τοῦ αἱροῦντος τῷ μέρει αὐτοῦ ἤγουν ποίησαι Διονύσιον τὸν γραμματέα πάλιν ὑποδέξασθαι. καὶ προέγραφον παρασχεῖν τὸ παριστάμενον τῇ σῇ ἀρετῇ. κελεύσῃ μοι γραφῆναι· ἐγὼ πρὸς τὰ κελευόμενά μοι ἐξακολουθήσω, δέσποτα. ἐρρῶσθαί σοι εὔχομαι πολλοῖς χρόνοις, δέσποτα. ὥρᾳ ι Τῦβι. τῷ δεσπότῃ μου διὰ πάντα θαυμασιωτάτῳ καὶ προστάτῃ Ἡρώδῃ Διονύσιος.