Ancient Greek
SB 6 9421
Documentary Papyri, SB 6 9421
Not analysed yet
Αὐρηλίῳ Ἀλεξάνδρῳ τῶν ἐπὶ τῆς εἰρήνης παρὰ Αὐρηλίου Ἀ… τοῦ καὶ Ἀφύγχιος ἀγωνοθετήσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως. ἑσπέρας τῇ διελθούσῃ ἡμέρᾳ Διδύμη τις, γυνὴ Ἀγαθοῦ Δαίμονος μαγείρου, παριοῦσα τὴν οἰκίαν μου καὶ εὑροῦσα με ἑστῶτα μετὰ τῶν ἡμετέρων, ἐξύβρισεν ἡμᾶς ῥητοῖς τε καὶ ἀρρήτοις, γυνὴ ἀναιδείᾳ μεγίστῃ καὶ θράσει κεχορηγημένη· ἔπειτα ἐπισχόντι μοι αὐτὴν παραινοῦντος ἀποσχέσθαι ἡμῶν διὰ τὸ τῆς ὥρας ἄδηλον εἰς τοσοῦτον ἀπονοίας ἐλθοῦσα ἐπιπηδήσασά μοι, ἀνασεσοβημένη τοὺς τρόπους, ἐξέτεινεν καὶ τὰς χεῖρας καὶ ἔτυψέν με καὶ διελοιδορήσατό τισι τῶν περιεστώτων θυγατριδῶν οὓς ἐμαρτυράμην, οὐ μόνους δέ, ἀλλὰ καὶ ἕνα τῶν τῆς ἡμετέρας πόλεως δημοσίων παρόντα. τοσαῦτα οὖν πεπονθὼς ἐγὼ ὁ τυχὼν πεπληγμένος δίδωμί σοι τὰ βιβλίδια ἀξιῶν σε κελεῦσαι ἀχθῆναι αὐτὴν ἐπὶ σέ, ἵνα τῆς πρὸς ἅπαντάς σου εὐεργεσίας τύχω. διευτύχει. …