Ancient Greek
SB 6 9454
Documentary Papyri, SB 6 9454_5
Not analysed yet
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου Σωτῆρος ἔτους ια μηνὸς Δίου· τῶν σταθμῶν καὶ τῶν περιβόλων τὰ μὲν ἡμίση τοὺς ἐπιστάθμους ἔχειν, τὰ δὲ ἡμίση τοὺς κυρίους· ἐὰν δέ τις ἀποβιάσηται, ἀποτεισάτω ὁ ἀποβιασάμενος τοῦ οἰκήματος ἑκάστοῦ τοῦ μηνὸς δραχμὰς λ, τοῦ δὲ περιβόλου δραχμὰς ξ.