Ancient Greek
SB 6 9461
Documentary Papyri, SB 6 9461
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους κβ Φαῶφι ιζ ἕκτης ἰνδικτίονος ἐν Ἀρσινόῃ. τῇ ἁγίᾳ ἐκκλησίᾳ τῆς Ἀρσινοιτῶν πόλεως καλουμένης τοῦ ἁγίου Κολλούθου διὰ σοῦ τοῦ ταύτης οἰκονόμου Φοιβάμμωνος τοῦ περιβλέπτου Αὐρήλιος Εὐλόγιος υἱὸς Ἀπολλῶ ὁρμώμενος ἀπὸ κώμης Βουβάστου τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν. ὁμολογῶ μεμισθῶσθαι παρὰ τῆς ὑμετέρας λαμπρότητος τὰς διαφερούσας τῇ αὐτῇ ἁγίᾳ ἐκκλησίᾳ ἐν πεδίῳ τῆς αὐτῆς κώμης Βουβάστου ἐν τοποθεσίᾳ καλουμένῃ Θανσελη ἐν πεντάσιν κλωνίοις ἀρούρας πέντε πλέον ἔλαττον ἄρουραι ε πλέον ἔλαττον μετὰ παντὸς αὐτῶν τοῦ δικαίου, ἐφʼ ὃσον χρόνον βούλεται ἡ ὑμετέρα λαμπρότης ἀπὸ τῆς σὺν θεῷ εἰσιούσης ἑβδόμης ἰνδικτίονος παρέχοντός σοί μου τοῦ μισθωσαμένου Εὐλογίου ὑπὲρ ἀποτάκτου φόρου αὐτῶν ἐνιαυσίως χρυσίου νομισμάτια τρία, ὡς νομιτεύονται, χρυσίου νομισμάτια γ ὡς νομιτεύονται, καταβαλλόμενα παρʼ ἐμοῦ ἐτησίως ἐν δυσὶ καταβολαῖς, τοῦτʼ ἔστιν τῷ Μεσορὴ μηνὶ νομισμάτιον ἓν καὶ τῷ …μηνὶ τὰ ἄλλα δύο νομισμάτια …ἑτέρας μισθώσεως τῶν αὐτῶν ἀρουρῶν μὴ προφερομένης πλὴν ταύτης τῆς καὶ κυρίας οὔσης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Εὐλόγιος Ἀπολλῶ στοιχεῖ μοι πάντα τὰ προγεγραμμένα, ὡς πρόκειται. di emu Iustu διʼ ἐμοῦ Ἰούστου νομικοῦ μίσθωσις ἀρουρῶν ε πλέον ἔλαττον ἐν πεδίῳ κώμης Βουβάστου γενομένη ὑπὸ Αὐρηλίου Εὐλογίου υἱοῦ Ἀπολλῶ εἰς τὴν ἁγίαν ἐκκλησίαν τοῦ ἁγίου Κολλούθου.